Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.422 Joseph. BJ 2.427 (English) >>Joseph. BJ 2.432

2.425

Τῇ δʼ ἑξῆς τῆς τῶν ξυλοφορίων ἑορτῆς οὔσης, ἐν πᾶσιν ἔθος ἦν ὕλην τῷ βωμῷ προσφέρειν, ὅπως μήποτε τροφὴ τῷ πυρὶ λείποι, διαμένει γὰρ ἄσβεστον ἀεί, τοὺς μὲν διαφόρους τῆς θρησκείας ἐξέκλεισαν, τῷ δʼ ἀσθενεῖ λαῷ συνεισρυέντας πολλοὺς τῶν σικαρίων, οὕτως γὰρ ἐκάλουν τοὺς λῃστὰς ἔχοντας ὑπὸ τοῖς κόλποις ξίφη, προσλαβόντες θαρραλεώτερον ἥπτοντο τῆς ἐπιχειρήσεως. 2.426ἡττῶντο δʼ οἱ βασιλικοὶ πλήθει τε καὶ τόλμῃ, καὶ βιασαμένοις εἶκον ἐκ τῆς ἄνω πόλεως. οἱ δὲ ἐπιπεσόντες τήν τε Ἀνανίου τοῦ ἀρχιερέως οἰκίαν καὶ τὰ Ἀγρίππα καὶ Βερνίκης ὑποπιμπρᾶσιν βασίλεια· 2.427μεθʼ τὸ πῦρ ἐπὶ τὰ ἀρχεῖα ἔφερον ἀφανίσαι σπεύδοντες τὰ συμβόλαια τῶν δεδανεικότων καὶ τὰς εἰσπράξεις ἀποκόψαι τῶν χρεῶν, ὅπως αὐτοί τε πλῆθος προσλάβωσιν τῶν ὠφεληθέντων καὶ μετʼ ἀδείας τοῖς εὐπόροις ἐπαναστήσωσι τοὺς ἀπόρους. φυγόντων δὲ τῶν πρὸς τῷ γραμματοφυλακείῳ τὸ πῦρ ἐνίεσαν. 2.428ἐπεὶ δὲ τὰ νεῦρα τῆς πόλεως καταφλέξαντες ἐπὶ τοὺς ἐχθροὺς ἐχώρουν, ἔνθα δὴ τῶν δυνατῶν καὶ τῶν ἀρχιερέων οἱ μὲν εἰς τοὺς ὑπονόμους καταδύντες διελάνθανον, 2.429οἱ δὲ σὺν τοῖς βασιλικοῖς εἰς τὴν ἀνωτέρω καταφυγόντες αὐλὴν ταχέως ἀπέκλεισαν τὰς θύρας, σὺν οἷς Ἀνανίας ἀρχιερεὺς Ἐζεκίας τε ἀδελφὸς αὐτοῦ καὶ οἱ πρεσβεύσαντες πρὸς

-- --

Ἀγρίππαν ἦσαν. τότε μὲν οὖν τῇ νίκῃ καὶ τοῖς ἐμπρησθεῖσιν ἀρκεσθέντες ἀνεπαύσαντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.422 Joseph. BJ 2.427 (English) >>Joseph. BJ 2.432

Powered by PhiloLogic